Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.244 Joseph. AJ 20.249 (English) >>Joseph. AJ 20.254

20.247

Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις καὶ μόνον ἐξ ἱερέων οὖσιν πλὴν ἑνὸς Ἀριστοβούλου τὴν τιμὴν ἀπένεμεν. 20.248τὸν δʼ Ἀριστόβουλον Ὑρκανοῦ τοῦ ὑπὸ Πάρθων ληφθέντος υἱωνὸν ὄντα καταστήσας ἀρχιερέα τῇ ἀδελφῇ αὐτοῦ συνῴκησεν Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς ἑαυτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην. εἶτα φοβηθείς, μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν, ἀνεῖλεν αὐτὸν ἐν Ἱεριχοῖ πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. 20.249μετὰ τοῦτον οὐκέτι τοῖς ἐγγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν. ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἱερέων Ἀρχέλαός τε παῖς αὐτοῦ καὶ μετὰ τοῦτον τὴν ἀρχὴν Ῥωμαῖοι τῶν Ἰουδαίων παραλαβόντες. 20.250εἰσὶν οὖν οἱ ἀπὸ τῶν Ἡρώδου χρόνων ἀρχιερατεύσαντες μέχρι τῆς ἡμέρας, ἧς τὸν ναὸν καὶ τὴν πόλιν Τίτος ἑλὼν ἐπυρπόλησεν, οἱ πάντες εἴκοσι καὶ ὀκτώ, χρόνος δὲ τούτων ἔτη πρὸς τοῖς ἑκατὸν ἑπτά. 20.251καὶ τινὲς μὲν αὐτῶν ἐπολιτεύσαντο ἐπί τε Ἡρώδου βασιλεύοντος καὶ ἐπὶ Ἀρχελάου τοῦ παιδὸς αὐτοῦ, μετὰ δὲ τὴν τούτων τελευτὴν ἀριστοκρατία μὲν ἦν πολιτεία, τὴν δὲ προστασίαν τοῦ ἔθνους οἱ ἀρχιερεῖς ἐπεπίστευντο. περὶ μὲν οὖν τῶν ἀρχιερέων ἱκανὰ ταῦτα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.244 Joseph. AJ 20.249 (English) >>Joseph. AJ 20.254

Powered by PhiloLogic